Ancient Greek · ~2 min
Letter 84
Libanius, Epistulae 1-839 84
Not analysed yet
Τῶν μάλιστα φίλων ἡμῖν Μακεδόνιός ἐστιν οὐκ ὀλίγον συμβεβιωκὼς χρόνον. κτήσαιτο δ’ ἄν τινα φίλον εὐθύς τε συμβαλὼν καὶ μικρὰ διαλεχθείς· οὕτω πολλὴν ἐπὶ τῶν τρό- πων ἔχει τὴν ἴυγγα. εἰ μὲν οὖν δικασόμενος ᾔει παρὰ σοί, πάν. ,ἂν ἦν ἀνόητος, εἴ σοι γράφειν ἐτόλμων, ὡς οὐδὲν γράμμα φίλου κατὰ τῶν νόμων τιμήσεις· ἐπεὶ δὲ τοῦ γνωρί- ζεσθαι μόνον ἐπιθυμεῖ, θαρρῶν αἰτῶ τὴν χάριν. ὥσπερ γὰρ οὐ πάντα οἶσθα χαρίζεσθαι, οὕτως οὐ πανταχοῦ τὸ χαρίζεσθαι φευγεις.