Ancient Greek · ~5 min
Letter 86
Libanius, Epistulae 1-839 86
Not analysed yet
Οὐκ ἄρα διὰ σπουδῆς μόνον πληροῖς τὸ βουλευτήριον βουλευτῶν, ἀλλ’ ἤδη καὶ εὕδοντι κύρτος. Κέλσος γὰρ ὁ τῶν μὲν παρ’ ἡμῖν ἄριστος, τῶν δὲ ἐκεῖ μετὰ σὲ τοῦτο ἀκοῦσαι πρέπων, αὐτόματος ἐπ’ ἀγαθῶν συνέδριον ἀγαθός. Μοι πάντα ἡμῖν κεκίνηται τοῦ τὸν ἄνδρα τῶν παρ’ ἡμῖν προστῆ- ναι πραγμάτων. ὁ δὲ ἔφασκε χώραν διώκειν ἣν ἐπῄνεσε Θε- μίστιος. καὶ τὸ σόφισμα οὐκ ἀγνοῶ. οἱ μὲν γὰρ ἄλλοι Βόσπορον ἰχθυόεντα ποθοῦντες ἐκεῖσε τρέχουσι, τῷ δὲ τῆς μὲν ἀρχῆς οὐ μέλει, νομίζει δέ, εἰ πολίτης ὑμέτερος νοιτο, μετὰ σοῦ βιώσεσθαι. τοῦτο δέ ἐστιν ἐν βιῶναι, ἧς οὐκ ὀλίγον ἐν Σικυωνίᾳ μετασχὼν μάλιστα προσ- δοκᾷ μετασχήσειν παρὰ σοί ἐμοὶ μὲν οὖν ἕξει τοὐμὸν ἐπι- χεῖρον χεῖρον τοῦ παραβοηθοῦντος ἀπόντος, καὶ πρὸς ὃν ἐκφέρων τὰ λυποῦντα ῥᾴων ἐγιγνόμην, τοῦτον ἐγγὺς οὐκ ἔχων ἀνιάσομαι, γιγνέσθω δὲ ἀγαθόν τι Κέλσῳ καὶ τἀμὰ ὅπῃ βούλεται χωρείτω. πάντως ἐκ τῶν τοῦδε παραμυθία τοῖς ἐμοῖς νῦν μὲν οὖν αὐτὸν ἥ τε μήτηρ καὶ ἐγὼ καὶ πολλοὶ κατέχομεν ὡς ἐνὸν πρὸ τοῦ χειμῶνος ἡμῖν τε χαρίσασθαι καὶ παρ’ ὑμᾶς ἐλθεῖν, ἔφθη δὲ αὐτὸν ἡ περὶ αὐτοῦ δέλτος, ἐφ’ ᾗ τὰ εἰωθότα πράξεις παρατηρῶν, ὅπως μέτριον ἔσται τὸ ἀνάλωμα. ἐδόκει γὰρ ἡμῖν εἶναι χαριέστερον ἤδη πολίτην αὐ- τὸν γεγενημένον ἢ γενησόμενον ἰέναι.