Ancient Greek · ~2 min
Letter 87
Libanius, Epistulae 1-839 87
Not analysed yet
Σιλβανὸς ὁ μαθητής σου τοῖς συνηγόροις ἐγγέγραπται μάλα ἡμέρως αὐτὸν προσεμένου Μοδέστου. τὴν μὲν οὖν τῶν νόμων ἐπιστήμην, ὅταν ἀγωνίζηται, δείξει, τὴν δὲ τῶν τρό- πων ἀρετὴν πάλαι δεδήλωκεν ἡμῖν. καί μοι δοκεῖ καὶ κατὰ τοῦτο μαθητής σου γεγονέναι τῶν σῶν οὐκ ὀλίγον μεταλαβὼν τρόπων, δι’ οὓς ἐπαινῇ πλέον ἢ τοὺς νόμους. φιλῶν δὲ σέ, ὥσπερ εἰκὸς διδάσκαλον, ἐμὲ φιλεῖ διότι σοι ταύτῃ χαρι- ζόμενος οἶδεν.