Ancient Greek · ~6 min
Letter 89
Libanius, Epistulae 1-839 89
Not analysed yet
Ἄσμενος ἐδεξάμην σου τοὺς υἱεῖς. τί δὲ οὐκ ἔμελλον οὓς καὶ ἐμαυτοῦ νομίζω; περὶ δὲ τῆς προτέρας βουλῆς ἄμει- νον σιγᾶν ἢ ζητοῦντα ἀπολογήσασθαι μηδὲν ἔχειν ἰσχυρὸν εἰπεῖν. καὶ γὰρ εἰ δεινότατος σύ γε σοφιστῶν, ἀλλὰ τά γε τρὶς τέτταρα δώδεκα, κἂν Φιλάγριος ἄλλο τι περὶ αὐτῶν ἐπι- χειρῇ λέγειν. ὃ μέντοι παθὼν οἶδα διὰ τὸ σὸν βούλευμα, φράσω καὶ οὐκ ἀποκρύψομαι πρὸς φίλον. ἐγὼ νέους φεύγον- τας οὐδεπώποτε ἐδίωξα, οὐδὲ γὰρ τὰς κρήνας ἑώρων χωρού- σὰς παρὰ τοὺς χρῄζοντας πιεῖν, ἀλλ’ ᾤμην δεῖν τοῖς μὲν προσιοῦσιν εὔνοιαν ὀφείλεσθαι, τοῖς δ’ ὑπερορῶσι τοῦτ’ αὐτὸ ὑπερορᾶσθαι. καὶ δὴ καὶ διὰ τοῦτο δόξα μοι γέγονεν, ὡς εἵην σεμνότερος, ὅτι μηδὲν ὑπέμενον ταπεινόν. τῶν μέντοι παίδων ὡς ἕτερον τραπομένων τῶν σῶν δηχθῆναί τε ὁμολογῶ καὶ βουληθῆναι ταύτην κινηθῆναι τὴν ψῆφον, καίτοι πλείους ἦσαν οἱ τῆς σῆς ἐπιλαμβανόμενοι γνώμης ἢ οἱ τῆς ἐμῆς ἀμα- θίας τοῦτο ποιούμενοι σημεῖον. νῦν οὖν ἐπειδὴ σαυτῷ διελέχθης, ὡς ἄρα οὐκ ἄμεινον ἐμμένειν τοῖς δεδογμένοις, μηδὲν οἴου δεῖσθαι πρὸς ἡμᾶς παρακλήσεως, εἰ μὴ πρὸς σαυτὸν ὑπὲρ αὐτῶν. ἄνευ γὰρ τῶν ἄλλων αὐταὶ τῶν νέων αἱ μορφαὶ τῆς τοῦ πατρὸς ἀναμιμνήσκουσαι ποιοῦσιν ἐνεργόν. καὶ μὴν καὶ Εὐτύχιος σοὶ μὲν φίλος, κηδεστὴς δὲ ἡμέτε- ρος, ᾧ μὴ χαριζόμενος ἀδικοίην ἄν. οὗτος ἄγων παρ’ ἐμὲ παῖδάς τε τοὺς σοὺς καὶ τὸν ἀδελφὸν τὸν αὑτοῦ οὐ ἔδειξεν ἐκεῖνον φιλῶν ἢ τούτους. διὸ δὴ καὶ τοῦ θέρους ὁ νόμος ἐπὶ τούτων λέλυται μόνων, ὅπως ἐκεῖνός τε εὐφραί- νοιτο καί σοί τι τῶν δεόντων γίγνοιτο.