Ancient Greek · ~2 min
Letter 90
Libanius, Epistulae 1-839 90
Not analysed yet
Ἴδου σοι καὶ Ζωίλος ἥκει τὰ πλείστου μὲν ἄξια τῷ δε- 5 σπότῃ διακονῶν, τῇ δὲ ἀνάγκῃ τῶν περιεστηκότων ἀποστα- λείς. τῆς γὰρ ἐνταῦθα θεραπείας ἐδόκει δεῖν ἀφελεῖν ἐπὶ τῷ τἀκεῖ καταστήσασθαι. καίτοι φοβοῦμαι μὲν μὴ καθάπερ τὰ πολλὰ παρ’ ἡμῶν γράμματα καὶ Ζωίλος ᾖ μάτην ἀφιγμέ- νος, οὕτως ἡμᾶς ἀπέρριψας· ἀλλ’, ἐπειδὴ γένοιτ’ ἂν ἀκρι- βεστἐρα βάσανος τῆς σῆς γνώμης ἡ παρουσία τοῦ παιδός, ἥκει μαθησόμενος, εἰ Κλέαρχος ὁ καλὸς μεταβέβληται καὶ γέγονεν ἡμῖν Ῥηγῖνος ὁ Διομήδης.