Ancient Greek · ~2 min
Letter 9
Libanius, Epistulae 1-839 9
Not analysed yet
Αἰσχύνομαι μὲν αἰτῶν σε χάριν οὐδέν σε οὐδέπω εὑ πεποιηκὼς οὐδὲ ἐλπίζων, ὅμως δέ, ἐπειδήπερ ὑπὲρ παιδὸς ἡ φροντίς, ἐμοὶ μὲν αἰτεῖν ἀνάγκη, σὺ δὲ σύγγνωθι. δέομαι 20 δή σου δοῦναι ἡμῖν ἀκοῦσαί τι περὶ Ῥωμανοῦ, οὗ φροντὶς καλόν. τοῦτο δὲ γένοιτ᾿ ἄν ἀπὸ τῆς σῆς εὐνοίας, ἧς εἰ ἀπολαύ- σειεν, ἔξει τοσοῦτον ὅσον ᾧ πολὺς ἐν τῷ συνδικεῖν ὁ χρόνος, παρὰ τοῦ χρόνου. χάρις δὲ ἑτέρα. εἰ μέλλων δώσειν ἐκείνην ἐπιστείλαις ὡς δώσεις.