Ancient Greek · ~2 min
Letter 10
Libanius, Epistulae 1-839 10
Not analysed yet
ι. Ἑλλαδίῳ. (353 vel 354?) Ἀπάτην καλῶν τὴν ἀδυναμίαν ἀδικεῖς. ἔστι δὲ ἐκεῖνο μὲν τῶν μισουμένων, τοῦτο δὲ τῶν ἐλεουμένων. σὺ δὲ μιγνύεις τὰ ἄμικτα. ἀτυχήματα καὶ πονηρεύματα. ἐγὼ δὲ ἐρασθῆναι ὁμολογῶ Βηρυτοῦ μὲν διὰ πολλά, Ἀθηνῶν δὲ διὰ πάντα, δυ- νηθῆναι δὲ εἰς οὐδετέραν ἐλθεῖν. ἀκούω δὲ καὶ τὴν Ἥραν δεθῆναι καὶ οὐ κινηθῆναι πρότερον πρὶν ὁ τὸν δεσμὸν μη- χανησάμενος ἐλθὼν ἔλυσεν.