Ancient Greek · ~2 min
Letter 92
Libanius, Epistulae 1-839 92
Not analysed yet
Οὐκ ἀνέξομαι τῆς εἰκόνος· οὐ γὰρ ἔοικε τοῖς σοῖς. μέ- μνησαι μὲν γὰρ μικρὰ δή τινα κεκτημένων καὶ διαμηχανωμέ- νων, ὅπως ἐλάττω δόντες πλείω λάβοιεν παρὰ τῶν πλουσίων· ἔστι δὲ σοὶ ῥεύματα ἐπιστολῶν οὐκ ἐλάττω γε ἤπερ ἡμῖν, οἷς εἶναι πλείω λέγεις. μὴ τοίνυν ἴσην κεκτημένος οὐσίαν εἰς τοὺς πένητας γράφε σαυτόν, ἀλλ᾿ ἐὰν ὁπόσα πέμπεις λαμβά- νῃς, μηδὲν ἀδικεῖσθαι νόμιζε.