Ancient Greek · ~3 min
Letter 91
Libanius, Epistulae 1-839 91
Not analysed yet
Πρὸς θεῶν καὶ φιλοσοφίας. νεῖμόν τι βοηθείας τῷ δι- δασκάλῳ Κλεοβούλῳ· δίκαιά τε γὰρ δεῖται καὶ σοὶ μετὰ τῶν δικαίων ἔθος ἑστάναι. καὶ ἅμα δεῖ νεῦσαι καὶ τοὺς νῦν ὑβρίζοντας ὄψεταί τις μετρίους. ἐστὸν μὲν οὖν Ἀλέξανδρός τε καὶ Σευῆρος ἀτεχνῶς Κρωβύλου ζεῦγος καὶ πρότερόν φασι τοῦ ἐμπνεῖν ἢ τοῦ κακουργεῖν παύσεσθαι, γνόντες δέ, ὡς οὐκ ἐπιτρέψει Θεμίστιος, εἰ καὶ μὴ ἑκόντες, ἀλλ’ ἄκοντες ἴσως ἔσονται βελτίους. Ζωίλος δὲ ἀπέσταλται διδάξων τε, εἴ του δέοιο καὶ ὑπομνήσων, εἴ σε τὸ πλειόνων κήδεσθαι τῆς περὶ ταῦτα προνοίας ἀπάγοι. ταῦτα ἔγραφον ἀσθενοῦντος Κλεο- βούλου, νοσεῖ δὲ ἀθυμῶν, ὅτι αὐτοῦ καταθέουσι δύο καν- θάρω. ἢν οὖν τι ταχέως πραχθῇ, τοῦτόν τε εἰκὸς ἀνοίσειν καὶ σοὶ δόξαν ἔσεσθαι τὴν τοῦ σεσωκέναι φίλον.