Ancient Greek
Letter 99
Libanius, Epistulae 1-839 99
Not analysed yet
Νῦν ἔδει πεπληρῶσθαι τὴν σπουδὴν Ὀλυμπίῳ διὰ σοῦ καὶ γράμματα πρὸς μὲν ἡμᾶς ἐκεῖθεν φοιτᾶν μηνύοντα τὸ ἔργον, πρὸς δὲ σὲ παρ’ ἡμῶν ἐπαινοῦντα τὴν προθυμίαν, ἀλλ’, ὁρᾷς, πάλιν ὑπὲρ τῶν αὐτῶν ἐπιστολαί. πόθεν δὴ τοῦτο; οὔτε γὰρ σύ γε ἀργὸς ἐν φίλων χρείαις οὔτε ἄπεστι τὸ δύνασθαι τήν τε παροιμίαν οὐκ ἂν δεῖσαι φαίης, ἥ φησιν ἀνόητον εἶναι δειλοὺς εὖ ἔρδειν οὐ γὰρ τούτων γε Ὀλύμ- πιος, ἀλλ’, εἴπερ τις, ἀγαθὸς χάριτός τε ἀπομνημονεῦσαι καἰ τηρῆσαι καιρὸν ἀμοιβῶν καὶ σπεῦσαι λαμπρότερον ἀποδοῦναι. πραττέσθω δὴ νῦν, εἰ καὶ μὴ πρότερον. δύο δέ σοι τῶν πραγμάτων διδάσκαλοι, γράμματά τε ἐκεῖνα, ἐν οἷς διηγού- μην τίνων τε ἦν καὶ πῶς ἐκτήσασθε τὸν ἄνδρα, διείλεγμαι δὲ καὶ πῶς ἀδικεῖται καὶ τί δεῖ σε κωλῦσαι. εἰ δὲ μήτε τὴν ἐπιστολὴν ἔτ᾿ ἔχεις μήτε τῶν ἐν αὐτὴ τὴν μνήμην, ἔχεις τὸν ἀδελφὸν Ὀλυμπίου, παρ’ οὗ μαθὼν ἕκαστα τὸ δίκαιον ἰσχυρὸν ποιήσεις.