Ancient Greek · ~1 min
Letter 100
Libanius, Epistulae 1-839 100
Not analysed yet
Οὗτος μὲν δὴ ἄεθλος εἰς καλὸν ἐτελεύτησε τῆς τοῦ κυβερνήτου τέχνης κρείττονος γενομένης τῶν ἀγρίων πνευ- μάτων. ἄγε δὴ καὶ τὴν Ἀλεξάνδρου πόλιν ὄρθωσον ἡμῖν ἐπειγομένην εἰς ὄλεθρον, ὅπως οἱ μὲν σώζωνται, περὶ σοῦ δὲ ὑπάρχῃ τοῖς δυναμένοις λέγειν ὑψηλὰ λέγειν. ὡς ἴδει σε δύνασθαι καὶ τοὺς οἰχομένους εἰς φῶς ἄγειν· πάντως γὰρ ἂν ἡμῖν πρῶτον τὸν θεῖον ἀνέστησας.