Ancient Greek · ~6 min
ΒΙΟΣ Η ΠΕΡΙ ΤΗΣ ΕΑΥΤΟΥ ΤΥΧΗΣ. Rp.1
Libanius, Oratio I 1
Not analysed yet
Τοὺς δὲ περὶ τῆς ἐμῆς τύχης οὐ τὰ εἰκότα δοξά- σαντας, οὔθ’ ὅσοι με ἀνθρώπων εὐδαιμονέστατον εἶναί |φασιν ἀπὸ τούτων δὴ τῶν ἐπὶ τοῖς λόγοις θορύβων οὔθ’ ὅσοι τῶν ὄντων ἀθλιώτατον ἀπὸ τῶν συνεχῶν δὴ ὀδυνῶν καὶ πόνων, τούτοιν τοίνυν ἑκατέραν ταῖν ψήφοιν τῆς ἀληθείας ἀπενηνεγμένην ἐπανορθῶσαι πειρατέον διηγήσει τῶν τε ὑπαρξάντων ἐμοὶ τῶν τε ἔτι νῦν ὄντων, ὡς εἰδεῖεν ἅπαντες, ὅτι μοι τὰ τῆς τύχης ἐκέρασαν οἱ θεοὶ καὶ οὔτε εὐδαιμονέστατος A =codex Augustanus (Monacensis gr. 483) C =codex Chisianus Ρ =codex Palatinus (Vat. Pal. gr. 282) Β =codex Barberinus II 41 V =codex Vindobonensis phil. gr. XCIII L =codex Laurentianus LVII 20 Plan =Maximi Planudis in codice Heidelbergensi 129 excerpta Ferr in marg =lectiones margini exemplaris mei editionis Ferrariensis adscriptae (cf. p. 68) Mor =editio Morelliana Re =Reiskius οὔτε ἀθλιώτατος ἐγώ, Νεμέσεως δὲ ἡμᾶς μὴ βάλοι βέλος. 2. Πρῶτον τοίνυν, εἰ καὶ τόδε εἰς εὐτυχίαν |φέρει πόλεως πολίτην εἶναι μεγάλης τε καὶ ὀνομαστῆς, ἀθρείτω μέν τις τῆς Ἀντιόχου τὸ μέγεθος καὶ οἵα τις αὐτὴ καὶ πόσην νέμεται γῆν καὶ ὀίων μὲν πίνει πηγῶν, οἵοις δὲ ζεφύροις τρυφᾷ, ἔστι δὲ καὶ οὐκ ἰδόντι τὴν πόλιν ἀκοῇ πάντα ἐπίστασθαι. ποῖος γὰρ ἠπείρων ἢ ποῖος θαλάττης μυχός, οἷ τὸ κλέος οὐ πεπόρευται τοῦ ἄστεος; ἐν δὴ μεγίστῃ μεγίστους εἶναι συνέβη γένος τοὐμὸν παιδείᾳ τε καὶ πλούτῳ καὶ χορηγίαις καὶ ἀγῶσι καὶ λόγοις, ὅσοι φοραῖς ἀρχόντων ἀπαντῶσιν.