Ancient Greek · ~3 min
Chapter 3
Libanius, Oratio I 3
Not analysed yet
οἴον- τᾶι δέ |τινες τὸν ἐμὸν ἐπίπαππον ἐξ Ἰταλίας ἥκειν ὑπὸ λόγου τινὸς τῇ ’κείνων γλώττῃ ποιηθέντος ἠπα— τημένοι. ὁ δὲ ἄρα τὸ μὲν εἶχε ποιεῖν, ἦν δὲ οὐκ ἄλ- λοθεν. ἐκοσμεῖτο δὲ οὐ μᾶλλον φωνῇ τῇ ’κείνων ἢ μαντικῇ, ᾗ δὴ καὶ ἀπολουμένους προῄδει τοὺς υἱεῖς τοὺς ἑαυτοῦ σιδήρῳ καλούς τε ὄντας καὶ μεγάλους καἰ · εἰπεῖν ἱκανούς. τοῦτο ἡμῖν χρημάτων μεγάλων ἐκένωσε τὸν οἶκον, ὥστε ὁ πατὴρ οὑμὸς ἀδελφὰς ἐπιγάμους ἐλεούμενος ἔτρεφε. τῷ δ’ αὖ πρὸς μητρὸς πάππῳ τἄλλα τε ὄντι λαμπρῷ καὶ ῥητορικῷ μόλις διαφυγόντι τὸν ὅμοιον θάνατον ἡ τελευτὴ συνέβη νόσῳ δύο προμά- χοις τὴν βουλὴν παραδόντι, οἱν ὁ μὲν ἐπ’ |ἀρχῇ κατέ- λῦσε τὸν βίον, ὁ δὲ ἀρχὴν ἀπωσάμενος. οὐκοῦν ἐν τούτοις τὰ μὲν ἡμέρου, τὰ δὲ οὐ τοιαύτης τύχης.