Ancient Greek · ~2 min
Chapter 105
Libanius, Oratio I 105
Not analysed yet
τὸν δὲ καὶ οὕτως ἔχοντα γνώμης ἐρχόμενος ἐθε- ράπευον καὶ οὐκ ἦν εἰπεῖν, ἣν οὐκ ἦλθον ἐπισκεψό- μενος ἡμέραν. καίτοι που καὶ ἀπηλαυνόμην, ἀλλ’ ὅμως οὐκ ἀνίην, καὶ τελευτήσαντι δέ οἱ δακρύων μετέδωκα καὶ λόγον ἐποίησα. 106. Πρότερον δὲ ἦν ἀφιγμένος ἀρχὴν ἔχων ἣ τῶν ἄλλων ἄρχει, Στρατήγιος πάλαι προειρημένον αὐτῷ. προσλαβὼν δὴ φίλον οὕτω μέγαν, οὑτοσὶ δὲ ἦν ἐκεῖνος ὁ τὰς μὲν Ἀθήνας ἐμοί, ταῖς Ἀθήναις δὲ ἐμὲ διδούς, κατέστην οὖν ἥκοντος εἰς τὸ βοηθεῖν ἐκείνοις ὧν ἐδό- κουν δεήσεσθαι βοηθῶν.