Ancient Greek · ~2 min
Chapter 107
Libanius, Oratio I 107
Not analysed yet
οὐκ ἔτ’ οὖν ἡμῖν ὁ λόγος μόνον ἔργον ἦν, ἀλλ’ ἔδει τὴν μὲν ἡμέραν |εἶναι λόγων, τὴν δὲ ἐσπέραν πράξεων· οἵ τε γὰρ δὴ ὑπὸ δυνατωτέρων ἀδικούμενοι οἵ τε κατ’ ὀργὴν μένοι, τῆς ἀρχῆς δὲ εἰς ἀπαλλαγὴν δεόμενοι οἵ τε ἐπιθυμοῦντες ὡς τάχιστα ψήφου τυχεῖν —πολλὰς δ’ ἂν καὶ ἄλλας ἀρχὴ δοίη χάριτας οὐ λυποῦσα τὸν νό- μον —οὗτοι, οἱ μὲν αὐτοί, τῶν δὲ γυναῖκες, ᾔτουν καὶ ὑπὲρ σφῶν ἐλθεῖν ἐκεῖσε.