Ancient Greek
Chapter 109
Libanius, Oratio I 109
Not analysed yet
ἠνία μὲν δὴ καὶ ταῦτα τὸν ἀντικαθήμενον τό τε εὖ πάσχειν οὐκ ὀλίγους τό τε ἀμισθί. τουτὶ γὰρ δὴ καὶ] τὸ πολλοὺς εἶναι τοὺς παρ’ ἐμὲ καταφεύγοντας ἐποίει τὸ μὴ δεῖν τιθέναι τιμὴν ὥσπερ λαχάνων ἢ κρεῶν. ἤγχετο δὲ διαφερόντως τῷ τῶν ἐπιδείξεων ἀριθμῷ καὶ αὖ πάλιν τῷ ταῖς μορφαῖς διαφέρειν λήλων καὶ ἠπορεῖτο καθήμενος, ὁπότε ἄρα πλάττοιμι τοὺς λόγους, οὐκ εἰδώς, ὅ,τι ἐστὶ καὶ τὸ ὕπνου περι- εἶναι.