Ancient Greek · ~3 min
Chapter 110
Libanius, Oratio I 110
Not analysed yet
σιγῶν τε οὖν ὠδυνᾶτο καὶ οὐ σιγῶν, ὅτι |σιγᾶν εἴη βέλτιον, ἐμάνθανε. μέχρι μὲν δὴ μέσου θέρους ἄκων τε καὶ μόλις, ὥσπερ ἵππος ὑπὸ τοῦ ζυγος ἑλκόμενος, ἐχώρει, τοῦ καιροῦ δὲ τὸ συνεῖναι παύοντος ἐξῄει μὲν ἐπανήξειν εἰπών, ἀπελθὼν δὲ ἔμενεν, ὡς δὴ ὑπὸ τῆς οὔσης τῷ ’μῷ θείῳ δυνάμεως κεκακωμένος. ἕλκω δὴ τὸν ἄνδρα πρὸς τοὺς ἀγῶνας ἀπειλαῖς τε ταῖς τοῦ ἄρχοντος καὶ ἅμα ἐπὶ πλείοσι πυροῖς, ᾔδει δὲ <ὁ> ἀνὴρ κερδαίνειν, καὶ ἐπειδὴ ἧκε, φίλος ἦν διὰ τοὺς πυρούς, αὖθις δὲ ἀφισταμένων ὁμιλητῶν καὶ ἑτοιμότερον ἢ πρόσθεν, ἤσθιέ τε ἅμα καὶ ἦν ἐχθρὸς καὶ κατὰ τοὺς λόγους ἀμείνων μέν, ἀφελών τι τῆς ῥᾳθυμίας, οὐ μὴν ἐφ’ ὅσον γε ἄξιον, ἦρτο.