Ancient Greek
Chapter 113
Libanius, Oratio I 113
Not analysed yet
βουληθεὶς δὴ τῶν πόλεων εἰς τὰς ἀρίστας ἀφικέσθαι τὸν λόγον, οὕτω γὰρ ἂν καὶ ἐπὶ πάσας ἐλθεῖν, τρέπει μὲν ἐπὶ τοῦτο τῶν βι- βλογράφων δέκα. τούτων δὲ ἐνὶ χρυσὸν δείκνυσιν ὁ σοφιστὴς καὶ διαφθείρας μετ’ ἐκείνου τὴν παροιμίαν κοινὰ τὰ τῶν ἐχθρῶν ποιησάμενος καὶ ῥήματα τὰ πολλὰ μὲν εἰς χώραν τὴν ἀλλήλων μεταθεὶς, σμικρὰ δὲ ἄττα ἐμβαλὼν καλεῖ μὲν ἐπὶ τὸ αὐτὸ χωρίον παραλυθέντα τῆς ἀρχῆς, ὡς δὴ τὸ ἴσον οἰσόμενον.