Ancient Greek · ~2 min
Chapter 114
Libanius, Oratio I 114
Not analysed yet
τέρατος δὲ εἶναι τοῦ πράγματος δοκοῦντος χελώ- νης ἵππου τάχει χρωμένης μηνύει τις τοῦ λόγου τὴν πρᾶσιν, καὶ ὁ τὸ χρυσίον ἔχων ὡς εἶδε τὰς μάστιγας, ὁμολογεῖ τε καὶ ἱκετεύει συγγνώμην ἔχειν αὑτῷ μεγά- λῆς ἡττηθέντι τιμῆς. ὡς οὖν μὴ ὀλίγοι ταῦτα εἰδεῖεν, ἄγω τὸν |πρατῆρα τοῦ λόγου παρὰ τὸν Νικέντιον, οὗ ἦν ἡ ἀρχὴ Σύρων, καὶ ὁ ἄνθρωπος καίτοι μένης ζημίας ὅμως ὁμολογεῖ ταῦτα καὶ ἀθῷος ἀπῆλθεν οὐδὲν ἐμοῦ προσδεηθέντος δίκην λαβεῖν.