Ancient Greek
Chapter 124
Libanius, Oratio I 124
Not analysed yet
μόλις δ’ οὖν ποτε αὑτὸν ἀναλαβὼν καὶ τὸ πολλὰ κατηναγκάσθαι πράττειν αἰτιασάμενος, ἐπειδὴ καλῶν μὲν ἐπ’ ἄριστον ἤκουσεν, ὡς δειπνοίην, καλῶν δὲ ἐπὶ δεῖπνον ἤκουσεν, ὡς καὶ τοῦτο ἐξὸν ποιεῖν ἡ κεφαλὴ κωλύοι, σὺ δ’ ἀλλὰ θαμίζειν ἡμῖν, ἔφη. καλοῦντός γε, ἔφην· ἄλλως δὲ οὐκ ἐνοχλήσειν. ὁ δὲ πείθεταί τε καὶ οὕτως ἐποίει.