Ancient Greek · ~2 min
Chapter 123
Libanius, Oratio I 123
Not analysed yet
ἀπεχομένου δέ μου καὶ μετὰ τὴν δέλτον οὐδὲν ἦττον τοῦ τε κήπου καὶ τῶν ἐν τῷ κήπῳ δρωμένων |καὶ ἀπημελῆσθαι δοκοῦντος καὶ οὔτε ἀθυμοῦντος ἐπισταμένου τε, ὅστις ἦν ὁ τὴν φιλίαν διορύξας, Πρίσκος, Ἠπειρώτης ἀνὴρ ὅτι πλείστοις ἐπὶ σοφίᾳ συγγεγονὼς ἀνδράσι, πλημμελεῖσθαι ταῦτα ἡγη- σάμενος τῷ βασιλεῖ παύει τὴν ἁμαρτίαν· οἵοις μὲν λόγοις, οὐκ οἶδα, καλοῦμαι δὲ πληθούσης ἀγορᾶς, καὶ διηπορεῖτό τε καὶ εἰς γῆν ἔκυπτεν ὁ κεκληκὼς κατηγορῶν οἷς ἔπασχεν ὧν ἐδεδράκει.