Ancient Greek · ~4 min
Chapter 130
Libanius, Oratio I 130
Not analysed yet
τῷ δὲ οὐδὲ ἄλλως οἷόν τ’ ἦν μὴ τὰ τοιαῦτα πά- σχειν, πατρὶ πολλῶν λόγων πρό τε δὴ τῆς ἀρχῆς καὶ ἐν αὐτῇ γεγενημένῳ· αἱ γὰρ ἀγρυπνίαι τοῦ βασιλέως ἡμῖν λόγους ἐποίουν ἤδη, καὶ μᾶλλον ἑτέρων ὑπὸ τῆς ἐν αὐτοῖς ὥρας οὐδὲν ὅ,τι οὐκ ἔδρα. 131. Τὸν δὴ ἐντεῦθεν μέχρι τῆς ἐπὶ Πέρσας ἐξόδου χρόνον τοῖς μὲν ἄλλοις ἄλλ’ ἄττα, πλέον δὲ ἐμοὶ παρ’ ἐκείνου τὸ φίλτρον, καὶ διετέλει δὴ λέγων, ὅτι δώσω σοι δῶρον ἐξελαύνων, ὃ οὐκ ἂν ὥσπερ τἄλλα φύγοις. δεδειπνηκότες |οὖν, ἐβιάσθην γὰρ παρ’ αὐτοῦ, ὦ ἄνθρωπε, φησίν, ὥρα σοι τὸ δῶρον δέχεσθαι. καὶ ἐγὼ μὲν οὐκ εἶχον, ὅ,τι αὖ τοῦτό ἐστιν, εἰκάσαι· ὁδὲ δοκεῖς μοι, φησίν, εἰς μὲν τορας κατὰ τοὺς λόγους τελεῖν, ἀπὸ δὲ τῶν ἔργων ἐν φιλοσόφοις γεγράφθαι. καὶ ἥσθην εἰπόντος, ὥσπερ ὁ Λυκοῦργος ἐπὶ τοῖς εἰς αὐτὸν παρὰ τοῦ θεοῦ· καὶ γὰρ ταῦτα ὑπὸ τοῦ θεοῖς συνοικοῦντος εἴρητο.