Ancient Greek · ~2 min
Chapter 132
Libanius, Oratio I 132
Not analysed yet
προπεμπούσης δὲ τῆς βουλῆς καὶ δεομέ- νων ἀφεῖσθαι τὰ ἐγκλήματα, Ταρσοῖς, πόλει Κιλίκων, δώσειν αὑτὸν εἰπών, ἢν ὁ θεὸς ἀποσώζῃ, καίτοι |μοι δῆλον, ἔφη, τὸ πρὸς ταῦτα γενησόμενον, ὡς ἐν πρεσβεύσοντι τὰς ἐλπίδας ἔχετε, τὸν δὲ καὶ αὐτὸν ἐκεῖσε μετ’ ἐμοῦ δεήσει βαδίζειν. ἀσπασάμενος δή με δακρύοντα οὐ δακρύων ἤδη βλέ- πων τὰ τῶν Περσῶν κακά, γράμματα ὕστατα πέμψας ἀπὸ τῶν τῆς ἀρχῆς ὅρων ἤλαυνε γῆν τέμνων, κώμας ἁρπάζων, φρούρια λαμβάνων, ποταμοὺς διαβαίνων, τείχη κατασείων, πόλεις αἰρῶν·