Ancient Greek
Chapter 133
Libanius, Oratio I 133
Not analysed yet
καὶ τούτων ἕκα- στον ἤγγελλε μὲν οὐδείς, τὴν δὲ τῶν ὁρώντων ἡμεῖς ἡδονὴν ἡδόμεθα πιστεύοντες, ὅ δὴ καὶ ἐγίγνετο, γε- · νήσεσθαι, πρὸς τὸν ἄνδρα ἀποβλέποντες. ἀλλ’ ἡ Τύχη γὰρ τὰ αὐτῆς, κωμάσαντος γὰρ κατὰ Περσῶν τοῦ στρατοῦ φόνοις τε καὶ τροπαῖς ἀγῶσί τε γυμνι- κοῖς καὶ ἱππικοῖς, ἃ κατεθεῶντο ἀπὸ τῶν ἐπάλξεων οἱ Κτησιφῶντος οἰκήτορες οὐδὲ τῷ πάχει τοῦ τείχους πι- στεύειν ἔχοντες, τοῦ τε Μήδου διὰ πρεσβείας τε καὶ δώρων ἐγνωκότος ἱκετεύειν, μηδὲ γὰρ νοῦν ἔχειν πρὸς δαίμονα ἄνδρα μάχεσθαι, τῶν δὴ πρέσβεων ἐπὶ τοὺς ἵππους ἀναβαινόντων |αἰχμὴ τοῦ σοφωτάτου βασι- λέως τεμοῦσα τὴν λαγόνα βρέχει τῷ τοῦ νενικηκότος αἵματι τὴν τῶν ἡττωμένων γῆν καὶ ποιεῖ τὸν πεφρι- κότα τῶν διωκόντων κύριον.