Ancient Greek
Chapter 157
Libanius, Oratio I 157
Not analysed yet
ἔβλεπέ τε οὖν με οὐχ ὡς ἥδιστα ὁ Φῆστος καὶ ὡς περὶ κακοῦ τοὺς λόγους ἐποιεῖτο καὶ ὁπόσα ἐξῆν, ἔπληττε. καί ποτε θέατρον μέν μοι συνείλεκτο, λῦσαι δὲ τοῦτο πειρώμενος ἐπὶ γράμματα βασίλεια τοὺς καθη- μένους ἐκάλει, ὡς δὴ ἐπὶ τῷ τέλει τῆς ἀναγνώσεως ἐξελῶν, καὶ ὑπογραφεῖς ἅμα παρῆσαν γραψόμενοι τὰ τῶν οὐκ ἀναπηδώντων ὀνόματα· |ᾤετο γάρ με μα- χεῖσθαί τε καὶ οὐκ ἐπιτρέψειν ἀπελθεῖν, τὸ δὲ ἀρκέσειν εἰς θάνατον. ἐνταῦθα οἱ μὲν ὑπ’ ἀνάγκης ἐξῄεσαν πολλάκις μεταστρεφόμενοι πρὸς ἐμέ τε καὶ τὰ ῥηθη- σόμενα, οἷς δὲ ἐξῆν ἀκούειν, ἤκουον, ποθοῦντες δὲ τὴν οὐχ ἑκοῦσαν οἰχομένην μοῖραν.