Ancient Greek · ~2 min
Chapter 158
Libanius, Oratio I 158
Not analysed yet
ἐμίσει μὲν οὖν καὶ ἐπεβούλευε, τοῦ μίσους δὲ οἶδα τῇ Τύχῃ χά- ῥὶν, ἥ γέ με οὐκ ἐποίησε φίλον ἀνδρὶ δείσαντι μετὰ ταῦτα ὕστερον μὴ φθάσῃ τὸν ἐκείνου σίδηρον ἡ νόσος ἀπενεγκοῦσα τὸν Μάξιμον. ὁ δὲ ὡς ἐνίκησε ταύτην τὴν νίκην, ἐγάννυτο ὁ κακοδαίμων, οὐ μὴν ἐμέ γε ἴσχυσε, προσκυνῶ δὲ τὴν Ἀδράστειαν, καίτοι τοῦτό γε ῥάπτων διὰ Μαρτυρίου, Πισίδου τινὸς ἀν- θρώπου, χαίροντος μὲν ἀθληταῖς, ἀμέμπτου |δὲ ἄλλως, δοκοῦντος δὲ τῷ Φήστῳ γόητος διὰ τὸ προσκεῖσθαι παλαισταῖς.