Ancient Greek
Chapter 167
Libanius, Oratio I 167
Not analysed yet
Προτάσιον ἐνέπλησαν μὲν τῶν κατ’ ἐμοῦ λόγων ἄνδρες ἐν οὐδενὶ μὲν λόγῳ πρότερον ὄντες, κτησάμενοι δὲ ἰσχὺν ἐκ τῆς Ἰουλιανοῦ σφαγῆς. τοῦτον ἐφόβουν, ὡς αἴσχιστα ἂν ἄρ- ξειεν, εἰ μὴ ἀπελαύνοι με τῶν θυρῶν, καὶ παρέζευξάν οἱ τῶν ἐκ |τῆς συμμορίας |κοινωνὸς τῆς πορείας τηρή- σοντα ἐν ἐκείνῳ τὸν φόβον. ᾔει μὲν οὖν ὡς ποιήσων με μικρόν, νόσῳ δὲ πιεζόμενος ἐβάδιζεν αὐξομένης τῇ πορείᾳ τῆς νόσου. καὶ ἧκέ γε εἰς τὴν καταγωγὴν νυκτὸς οὐδενὸς τῶν ἐν τῷ νόμῳ τυχών, οὐ γὰρ εἴα τὸ νοσεῖν.