Ancient Greek · ~4 min
Chapter 168
Libanius, Oratio I 168
Not analysed yet
ὡς δὲ πολλῶν ἰόντων αὐτῶ μόνος ἀπελιπόμην, λέγει δὲ] πρὸς τὸν Ζήνωνα, ᾧ μάλιστα ἐχρῆτο, τοὺς κατ’ ἐμοῦ λόγους ἐξεληλέγχθαι τοῖς ἔργοις. τὸν γὰρ δὴ λεγόμενον ἐνοχλεῖν τοὺς ἄρχοντας ἥκιστα προσιέναι. ὁ δὲ καὶ πάνυ ταῦτα ἐλπίζειν ἔφη· οὐ γὰρ ἰέναι μᾶλλον παρ’ αὐτοὺς ἢ καὶ τοὐναντίον· χαρί- ζεσθαι μὲν γὰρ ταύτῃ τοῖς ἐρῶσι· τοὺς δὲ οὐκ ἐρῶν- οὐδὲ οὐδὲ ἐπίστασθαι. ταυτὶ μὲν ἤκουσε, δῆλος δὲ ἦν ἀτιμάσων, οὐ |μὴν ἐπέτρεψέ γε ὁ θάνατος. 169. Ἕτερος Προτάσιος τά γε πρὸς ἐμὲ ῥᾷσθ’ οὗτος ἧκεν, ὃς καθάρμασι μὲν συνῆν, παρ’ ὧν δ’ ἄν τι καὶ ἐμάνθανεν, ἄβατον ἐποίει τὴν καταγωγήν. καὶ ᾤετο μὲν ζημιοῦν, ἐγὼ δὲ ἐκέρδαινον. καὶ κλῆσιν μὲν τὴν ἐπὶ τοὺς λόγους ἤλπιζεν, ἐγὼ δὲ ἄλλους εἰστίων δι- δάσκων αὐτόν, ὅτι οὐ λίαν αὐτοῦ δεοίμην. ὁ δὲ ᾤδει τούτοις γε τὴν καρδίαν, ἔδειξε δὲ ἔν τινι κατηγορίᾳ νέοιν· οἶν δέον, εἴπερ ἠδίκουν, ἐπιθεῖναι δίκην, ὁ δὲ τὸ διδασκάλων ἐσαγήνευεν ἔθνος οὐχ ἅπασιν ἐγκαλῶν, ἀλλ’ ὅπως ἐν τῷ παντὶ κρύπτοιτο αὐτῷ τὰ πρὸς ἐμέ.