Ancient Greek
Chapter 172
Libanius, Oratio I 172
Not analysed yet
τὴν ἐκείνου δὲ ὁρμὴν οἱ συκοφάνται λαβόντες πάντα ἐκύκων ἐπὶ πάντας ἰόντς. δόξα τε ἦν παρὰ τῷ Βάλεντι φθόνου τὴν δόξαν πεποιηκότος, πάντως ἂν εἰς ἔλεγχόν με πεσεῖν δι’ ἑνός γέ του τῶν ὑπὸ τὴν βάσανον ἀγομένων. λέγεται δὲ καὶ αὐτὸς ἐρέσθαι τὸν Εἰρηναῖον, εἰ μετεῖχον τοῦ ἐπιβουλεύμα- τος, θαυμάσαι τε οὐ μετασχεῖν ἀκούσας.