Ancient Greek · ~4 min
Chapter 170
Libanius, Oratio I 170
Not analysed yet
καὶ τὼ μὲν νέω γυμνώ τε ἤστην καὶ μετεώρω πρὸς πληγάς, παρεκάθητο δέ τις Ὀλύμπιος. τοῦ δὲ οὐ μετεῖχον ἐγώ, ἠδικεῖτο δὲ ὁ νόμος. ὁ δ’ οὕτω δή τι ξυνετὸς ἦν, ὥστε οἷς ἐφθέγξατο μὴ μαστιγοῦν ἐκεκώλυτο. φρόνημα δὲ τὸ θράσος καὶ ἡγούμενος καὶ ὀνομάζων ὅπλα ἀνταρά- μενος τῷ στρατηγῷ γνῶναί τε αὑτὸν ἠναγκάσθη καὶ συνε- σταλμένος |ἔκειτο, καὶ τοῦτό οἱ τῆς ἀρχῆς πέρας. 171. Ἀλλ᾿ ἐπάνειμι δὴ πρὸς τὸν Βάλεντα· ὂν ἔδειξε μὲν χρηστὸν τὸ μὴ τῷ τυράννῳ τοὺς τοῦ τυράννου φίλους ἐπαποκτεῖναι· ἐπεὶ καὶ ὁ Ἀνδρονίκου τοὐμοῦ φίλου θάνατος Ἱερίου μᾶλλον, τῆς ἀλώπεκος, ἔργον ἢ τοῦ παρακρουσθέντος ἦν. ἀσφάλειαν δὲ τῆς πρᾳότη- τος ἐωνῆσθαι νομίζων εὗρεν ἕτερον λόχον, Φιδούστιόν τε καὶ οὓς ἐκεῖνος ἐπανέστησε τῷ σκήπτρῳ, καὶ ἐχώρει μὲν διὰ τῶν ἠδικηκότων ὁ βασιλεὺς τὴν ἀρχήν, προσ- ετίθετο δέ τις καὶ τῶν οὐδὲν τοιοῦτον ἐπισταμένων. μάντις τε ἅπας ἐχθρὸς ὅτῳ τε ἐδέησε τῆς τέχνης δι- δάσκεσθαί τι περὶ τῶν ἰδίων τῶν αὐτοῦ παρὰ τῶν θεῶν βουλομένῳ· χαλεπὸν γὰρ δὴ ἐδόκει εἶναι τος μάντεως μὴ ἄν τινα καὶ ἐπὶ τοῖς μείζοσι χρήσασθαι |τῷ ἀνδρί.