Ancient Greek · ~2 min
Chapter 174
Libanius, Oratio I 174
Not analysed yet
ἐδεῖτο οὖν ἡμῶν αὑτῷ αὑτῷ παρὰ τῆς Τύχης τὸν θάνατον, οἷοι |πολλοῖς ἐξαίφνης ἐπῆλθον. οἱ μὲν δὴ ἄλλοι πάντες εὔχοντο, ἐμοὶ δὲ ἡ τῶν δεινῶν ἐλπὶς ἦττον εἶναι κακὸν τοιαύτης εὐχῆς ἐφαίνετο. σιγῇ τοίνυν ἐδάκρυον. ὁ δὲ λουσάμενός τε καὶ δειπνήσας ὕπνον τε ὁμοῦ καὶ θάνατον δέχεται, ὥστε ἕωθεν ἡμεῖς μὲν παρῆμεν ἐπὶ τὴν ἐκφοράν, ἐκ δὲ τῶν βασιλείων τινές, ὡς ἐκεῖνον δήσοντες. ὁ δὲ αὐτοὺς διεπεφεύγει πτηνῷ τάχει.