Ancient Greek · ~3 min
Chapter 175
Libanius, Oratio I 175
Not analysed yet
σπινθήρων τοίνυν ἐξ ἐπιστολῶν, τῶν μὲν παρ’ ἐμοῦ πρὸς ἑτέρους, τῶν δὲ ἐμοὶ παρ᾿ ἄλλων ἀφιγμένων, ἐν αίς ἀδικία μὲν οὐδεμία, λαβαὶ δ’ ἂν ἐγένοντο συκοφάνταις ἀνθρώποις, ταύτας δὴ τὰς ἀφορμὰς μάλα εὐπετῶς ἀνεῖλεν ἡ Τύχη, ὥστε ἐν μυ- ρίοις γράμμασι μὴ εἶναι γράμμα ἐμόν. 176. Τῆς αὐτῆς θεοῦ καὶ τὸ <περὶ> Περγάμιον πολὺ πρὸ τῶνδε τῶν κακῶν ἐγκαλέσαντά τι, ψεῦδος μέν, ᾤετο δὲ ἠδικῆσθαι. τοῦτο δὴ πείσας αὑτὸν ἐχθρὸς ἦν. εἰ δὲ οὐκ ἦν, κἂν ἐξελάλησέ τι τῶν οἰσόντων ἐμοὶ ζημίαν. καὶ |τὴν Αὐξεντίου δὲ περὶ τούτων πρός με σιωπὴν τῆς Τύχης δῶρον νομιστέον, ὅτι οὐδὲν εἰδέναι ἀξιῶν ἄνθρωπος, ὅ μὴ καὶ ἐμὲ δεῖν, τοῦτό γε ἄρρητον ἐποι- ἥσατο.