Ancient Greek · ~1 min
Chapter 179
Libanius, Oratio I 179
Not analysed yet
καὶ τὰ μὲν περὶ τὴν πυρὰν ἐκείνην ἐλελωφήκει τῆς Θρᾴκης ἐφ’ ἑαυτὴν τὸν ἄρχοντα κα- λούσης, (Σκυδῶν ἅπαντα πλὴν τειχῶν κατασυρόντων) γενομένης δὲ τῆς μεγάλης μάχης καὶ τοῦ πολλοῦ φόνου καὶ πεσόντος ἐν μέσῳ τοῦ προθυμίᾳ μᾶλλον ἢ τέχνη συμβαλόντος ἔρχεται Ῥωμαίοις ὕπαρχος ἐν ὑπάρχου σχήματι τῇδε φαινόμενος, ἀρέσκοντα Ῥωμαίοις οὕτω ποιήσειν ἡγούμενος.