Ancient Greek
Chapter 180
Libanius, Oratio I 180
Not analysed yet
πᾶς δὴ μικροῦ λόγον ἐποίει, μία δὲ πᾶσιν ὑπόθεσις ὁ ἤπιος ἐκεῖνος. τὰ μὲν δὴ τῶν ἄλλων ἐδέδεικτο, Ἀνδρόνικος δὲ ὁ |ποιητὴς λων ἀεὶ λέξειν εἰπὼν οὐδὲν ἀπῆλθεν. ἐμὲ δὲ ὁ καιρὸς εἰς τὸ μέσον ἐκάλει. καὶ ὁ μὲν εἷλκεν οὗ κατήγετο, τὸν λόγον, ἐν ὀλίγοις τοῖς ἀκροαταῖς φανούμενον, ἐγὼ δὲ τὸν ἄνδρα εἰς τὸ βουλευτήριον, ὡς πολυάνθρωπον. ὁμολογήσαντος δὲ γίγνεταί τι τὸ διακωλῦον, καὶ ὁ πόνος ἡμῖν, ὡς ἐδόκει, ζημία.