Ancient Greek
Chapter 181
Libanius, Oratio I 181
Not analysed yet
εὐθὺς μὲν οὖν βοή τε πολλὴ καὶ ἀθυμία, καὶ ἀπὸ τῆς φαυλοτέρας τύχης τῷ πράγματι τοὔνομα, μικρὸν δὲ ὕστερον ἐπῃ- νεῖτο τὸ δαιμόνιον πολέμου μεγίστης πόλεως ἐξελόμενον τὸν ποιητὴν. ὅ γὰρ δὴ εἶχεν ἀνάγκην τῷ ἐπαινέτῃ διελθεῖν, τῷ λόγῳ μὲν τὸ εἰκὸς ἐφύλαττε, πόλιν δὲ οὐ ῥᾳδίαν ἐνεγκεῖν ἐποίει πολεμίαν. οὕτω τὸ δοκοῦν κακὸν ἀγαθὸν ἀπεφάνη. 182. Οὐ μὴν ὅ γε ἐρῶ, τοιοῦτον, ἀλλὰ κακὸν καὶ δοκοῦν καὶ ὄν, κακῶν τὸ μέγιστον. τέτταρες ἄνδρες οἰκιῶν |τῶν πρώτων, λαμπροὶ μὲν ἐν διδασκαλείοις, λαμπροὶ δὲ ἐν ἀρχαῖς, ἦν δὲ ἐν ταῖς ἐλπίσι τὸ μειζό- ωνς ἐκλάμψειν, οὗτοι οἱ τέτταρες ἐν μησὶ τοσούτοις ἐτάφησαν, καὶ τοῦτο βασιλεὺς ἀγνοῶν ἔπεμπεν ἀρχὰς τοῖς κειμένοις.