Ancient Greek · ~2 min
Chapter 184
Libanius, Oratio I 184
Not analysed yet
καὶ τοῦτο μεταξὺ συνεβεβήκει θανά- τοιν παιδίου τε καὶ ἀνδρός, ἀνδρὸς μέν, ὅς μοι συνεῖχε τὸ ποίμνιον διακονίᾳ τε καὶ πόνοις, παιδίου δέ, ὅ μοι τὰ ἀπὸ τοῦ καμάτου λύον μετὰ ῥώμης πάλιν ἐπὶ τὸ κάμνειν ἦγε. τὰ μὲν δὴ Ὀλύμπια |ἐποιεῖτο τῷ Ὀλυμπίῳ Διί, λόγος δὲ ὁ ποιηθεὶς εἰς τὴν πανήγυριν ἔκειτο, ἐμὲ δὲ τά τε ἄλλα ἔτηκε καὶ ἀγρυπνία.