Ancient Greek
Chapter 185
Libanius, Oratio I 185
Not analysed yet
διὰ πι- κροῦ δὴ τοῦ θέρους τοῦδε οἶδα ἐλθών. σκληρὸν δέ μοι καὶ τὸ ἐπὶ τούτῳ. παιδίον γὰρ ἕτερον, ὃ σὺν ἐκείνῳ τέ με ἐκούφιζε καὶ μετ’ ἐκεῖνο τὸ αὑτοῦ μέρος παρείχετο, γάμων εἵνεκα ἐλθὸν εἰς ἀγρόν, ἐν ᾧ καῦμά τε οὐ φορητὸν ὕδωρ τε πονηρόν, συλλέξαν νόσον, ἐπανῆκον θνήσκει. ἐπὶ δὴ τούτοις πολλάκις ἤκουσαν οἱ θεοὶ τὸ ὦ θεοὶ βοῶντος. 186. Τὴν Τύχην δὲ αὖθις ἐπῃνέσαμεν καρτέριόν τε καὶ τοὺς ἐπ’ αὐτὸν καταφυγόντας καταγελάστους ποιήσασαν. ὁ μὲν γὰρ ὡς ἐγκαταστήσων ἐνταυθοῖ δι- δάσκαλον τὸν λοιμὸν Γερόντιον γνώσει βασιλέως ἀνα- λαβὼν ἦγεν εἰς Θρᾴκην μέγας ἐλπίζων ἐν βασιλείοις ἔσεσθαι, τῆς ἀνοίας δὲ αὐτοῦ πολλαχόθεν ἐξελεγχθείσης, δι’ ἣν οὐδὲ ὑβρίζειν ὤκνει τοὺς βασιλεῖ τιμίους, ὁ μὲν ὠθούμενος |ἐμβὰς εἰς πλοῖον ἐπ’ Ἰταλίας ἔπλει τῆς ἀτιμίας τῆς ἑαυτοῦ μηνυτής.