Ancient Greek · ~4 min
Chapter 194
Libanius, Oratio I 194
Not analysed yet
τοῦτό μοι πολλῶν δίκη παραμυθουμένου με τοῦ δαίμονος. καὶ τοῦτο μὲν ἀντὶ τῶν εἰς τὸν ἐμὸν μὲν ἀνεψιὸν ἕνεκεν, αὐτοῦ δὲ κηδεστήν, ὂν ἐξέβαλε τῶν ὄντων, ὥστε εἶναι τὸ δεῖπνον ἐκείνῳ φακῆν, τοῦτο δὲ ἀντὶ τῆς ἐν ἀγρῷ τῆς γυναικὸς τελευτῆς, ᾗ μία μὲν νύξ, μία δὲ ἀπέχρησεν ἡμέρα. ᾔδει καὶ τὰ περὶ τὴν τοῦ νεκροῦ κεφαλὴν ἡ Τύχη, ἣν ἀπεκάλυψέ τε νος καὶ ἐμὸν ἔργον οὖσαν ἐπειρᾶτο δεικνύειν, ἐπιστολῇ ψευδεῖ τοῦτο μηχανώμενος. καὶ ᾤετο μέν με πτήξαντα χωρήσειν εἰς σπονδάς, συμπλακέντος δὲ μάλα γενναίως ἔξω τε ἦν αὑτοῦ καὶ ἱκέτευε. 195. Καὶ τούτου οὖν ἰστέον τῇ Τύχῃ χάριν καὶ πρὸ τούτου γε ἐκείνου· καὶ γὰρ αὖ |πρὸ τοῦδε γέ- γονεν. ὁ νόμος ἐπολέμει τῷ νόθῳ κληρονομεῖν οὐκ ἐῶν, ἀνελὼν παλαιὸν νόμον ποιοῦντα κληρονόμον. φίλων μὲν οὖν ἦν ἀφθονία μοι δικαίων, οἳ δώσειν ὅ λάβοιεν ἔμελλον, τοὺς δὲ τοῖς ὧδε δρωμένοις ἐπιθη- σομδένους ἦν οὐ ῥᾴδιον διαφυγεῖν γραφομένους τὴν ὁδὸν τῆς κτήσεως, ὡς ἀδικοῖ τὸν νόμον.