Ancient Greek · ~3 min
Chapter 196
Libanius, Oratio I 196
Not analysed yet
χρηστῷ δὴ βασιλεῖ τῆς ἡμετέρας βουλῆς εἰς τοῦτο χρησαμένης τῶν τε βασιλεῖ φίλων αἰτησάντων ἐπαινεσάντων τὴν χάριν νεύει τε ὁ καθήμενος, καὶ ἠνείχετο τῆς δωρεᾶς ὁ νόμος, ᾧ τε μάλιστα τὴν ψυχὴν ἐβαρυνόμην, ἐλέλυτο, τῶν ἐμῶν εἰς τὸν ἐμὸν ἐλευθέρως τε ἡξόντων ἐν βεβαίῳ τε μενούντων. ταυτὶ δὲ πεπεισμένον ἀφεῖναί τε τὴν ψυχὴν ἐλθεῖν τε εἰς Αἴδου |πῶς οὐκ ἂν εὐ- δαίμονος εἴη; 197. Ἐν οὖν τῇ ἀπὸ τούτων εὐφροσύνῃ διάγοντι πνεῦμα πολέμιον ἐπελθὸν ἐκβάλλει μὲν τὴν ἡδονήν, ἀντεισάγει δὲ τραῦμα, οἷον οὔπω πρότερον. ἦν μοι ἀδελφὸς νεώτερος οἰχομένου τοῦ πρεσβυτέρου, μέσος γὰρ δὴ ἦν ἐγὼ κατὰ τὸν τόκον ἀμφοῖν. οὗτος πρό τε τῆς ἀποδημίας μοι συνέζη, καὶ ἐπειδὴ παρὰ Βιθυνοῖς ἐκαθήμην, ἦλθεν ἵππον ἐλαύνων μέγα ποιούμενος ἰδεῖν ὑπ’ ἐμοῦ νεμομένους παῖδας.