Ancient Greek · ~2 min
Chapter 201
Libanius, Oratio I 201
Not analysed yet
πολλαὶ μὲν δὴ χεῖρες ἰατρῶν, μυρία δὲ φάρμακα, πλείω δὲ περίαπτα. ἔπειτ ἔδοξε τὰ μὲν ἄλλα χαίρειν ἐᾶν, καταφεύγειν δὲ ἐπί τε βωμοὺς καὶ ἱκετείας καὶ τὴν τῶν θεῶν ἰσχύν· οἷ δὴ καὶ αὐτὸς οἰχόμενος ἔκλαιον, καὶ τοῦτο ἡσυχῆ, οὔτε γὰρ οἷός τ’ ἦν ἰδεῖν οὔθ’ ὅλως χρῆσθαι λόγῳ πρὸς τὰ ἀγάλματα, τοῖς γόνασι δὲ τὼ χεῖρε περιθεὶς καὶ ἐπ’ αὐτοῖν τὴν κεφαλὴν βρέξας θοἰμάτιον τοῖς δάκρυ- σιν |ἀπῄειν. τὸν δὲ οὔτε ὁρᾶν οὔτε μὴ ὁρᾶν φορητὸν ἐγίγνετο νῦν μὲν τοῦ πόθου, νῦν δὲ τῆς ὄψεως τοῦτο ποιούσης.