Ancient Greek · ~1 min
Chapter 202
Libanius, Oratio I 202
Not analysed yet
καί ποτε δείλης βιβλίων ἐγγύς μοι κειμένων καὶ ἰατροῦ γέροντος παρακαθημένου ἐρόμενος ὃ ἠπιστάμην, εἰ τυφλός μοι γέγονεν ἀδελφός, τῶν φρενῶν τε ἐξώσθην καὶ οὐκέτ’ εἶχον οὐδὲν ὧν τέως ᾔδειν εἰδέναι-οὔτε οὗ κατεκείμην οὔθ’ ὅ τι εἰρήκειν οὔθ’ ὅ τι χρὴ ποιεῖν οὔθ’ ὅ τι μή.