Ancient Greek · ~2 min
Chapter 21
Libanius, Oratio I 21
Not analysed yet
ἦν οὖν ἀτελὴς ἐξόδων τε καὶ στρατειῶν καὶ ἀγώνων, ἐφ’ οἶς ἔρχεται Ἄρης, καὶ παρατάξεων, καὶ δὴ κἀν τῇ μεγάλῃ μάχῃ πάντων συμπεπτωκότων καὶ ὅσους ὁ χρόνος ἀφίει. μόνος πόρρω που καθήμενος ὅ,τι ἕκαστος λάβοι κακὸν ἤκουον πληγῶν τε διεγενόμην καθαρός, ὅσας ὀργαὶ ποιοῦσιν ἑνὸς πρὸς ἔνα, οὐ δούς ποτε, οὐ λαβὼν οὐδὲ μελλήσας οὐδέτερον |καίτοι ποτὲ Κρὴς λελουμένος ἐντυχών μοι λουσομένῳ, μέσος δὲ ἐπορευόμην δυοῖν, τὸν μὲν ἔνθεν καὶ ἔνθεν ἐπάταξεν ἀσελγαίνων, οὐκ ἀμυνόμενος, ἐμοὶ δὲ οὐδὲ ἀντέβλεψεν, ἐδόκουν δὲ ὅμως ἠδικῆσθαι τῷ ἐν ἐμοῖς τὰ τοιαῦτα |ὀφθαλμοῖς τε- τολμῆσθαι.