Ancient Greek · ~3 min
Chapter 20
Libanius, Oratio I 20
Not analysed yet
εἰδυῖα τοίνυν ἡ θεὸς εἰς τὸν εὐπρεπῆ με τοῦτον ἐκπεσούμενον ὄλεθρον, ᾧ τοὔνομα μάλα εὔφημον; ὁ τοῦ χοροῦ προστάτης, ὑπὲρ ὅτου μὲν ταῦτα ἡγούμην μοι προσήκειν ὑπενεγ- κεῖν σοφιστοῦ, τούτου μέν με σοφώτατα, ὥσπερ εἴωθε ποιεῖν, ἀπήγαγε, φέρουσα δὲ ἑτέρου ποιεῖ, παρ’ ὅτῳπερ ἔμελλον μόνους εἴσεσθαι τοὺς ὑπὲρ τῶν λόγων μό- χθους. ὅ δὴ καὶ ὧδε ἔσχεν. αὐτός τε γὰρ ὡς ἂν ὑβρι- σμένος ταῖς ὅρκων ἀνάγκαις οὐδὲν ὧν ἔφην ἠξίουν |λειτουργεῖν, ἄλλος τ’ ἂν οὐδεὶς ἐπέταττε διὰ τὸ οὐχ ἑκόντα δεδεκέναι, καὶ ἅμα δέος ἦν, μὴ δυσχεραίνων τὸ φορτίον ἕτερόν τι βουλεύσω πρὸς τὸν ὅρκον ἀπο- λογησάμενος οἷς προσηναγκαζόμην.