Ancient Greek
Chapter 219
Libanius, Oratio I 219
Not analysed yet
νοσοῦντος δὲ ἔτι τοῦδε Ῥιχομὴρης ἔρχεται στρατηγός, ἱεροῖς τε καὶ θεοῖς προσκείμενος ἄνθρωπος, ὃς ἤρα μέν μου καὶ πρὶν ἰδεῖν, ὡς τότε ἐδιδασκόμεθα, ἰδὼν δὲ πάντα τἄλλα ἀφεὶς εἴχετό τε καὶ ἐδεῖτο φιλεῖσθαι καὶ εἰ τοῦδε τύχοι, τοῦ Ι μεγίστου ἂν ἡγεῖσθαι ἔλεγε τετυχηκέναι. γενομένης δὲ ἡμῖν φιλίας τοῖς οὐ φιλοῦσιν ἡμᾶς ἀνι- αρᾶς ἔρχεταί τε ὡς βασιλέα καὶ μέλλων τελεῖν εἰς τὸν τῶν ὑπάτων χορὸν διπλοῖς με ἐκάλει γράμμασι, τοῖς μὲν αὑτοῦ, τὸ τῶν ἄλλων ποιῶν, τοῖς δὲ τοῦ βασιλέως, ὅ οὔπω πρόσθεν ἐγεγόνει.