Ancient Greek · ~3 min
Chapter 220
Libanius, Oratio I 220
Not analysed yet
ἐγένετο δὲ αὐτῷ καὶ παρ’ ἡμῶν λόγος ἐπαινεῖν αὐτὸν βουλόμενος, εἰ μέν τι πλέον τῶν παρὰ τῶν ἄλλων ἔχων, οὐκ οἶδα, οἷς δ’ οὖν εἶχον. καὶ αὐτὸς ἐτίμων τὸν στρατηγόν. λέγεται δὲ καὶ ἐρωτώμενος ὑπὸ τοῦ χρηστοῦ βασιλέως, 15 ὅτῳ δὴ μάλιστα τῶν τῇδε ἡσθείη, τοὐμὸν εἰπεῖν ποι- ῆσαί τε ἐρῶντά μου τὸν ἄνδρα μᾶλλον ἐρᾶν φάναι τε καὶ τῆς δεῦρο ἐπιθυμεῖν ὁδοῦ ἐμοῦ χάριν. 221. Τοῦτο μὲν δὴ τοιοῦτον. εἰ δὲ καὶ τὸ εὐχῆς τυχεῖν εὐτυχές, εὐξάμην λῆξαι Πρόκλον τῆς ἀρχῆς, ἣν τυραννίδα ἀπέφηνε. καὶ οὐ μάτην γε εὐξάμην, Ι ἀλλ’ οἱ θεοὶ τοῦτό τ’ ἔδοσαν καὶ προσέθεσαν τὸ καὶ σὺν ἀσχημοσύνῃ. δραπέτης γὰρ δὴ ἦν, αὐτὸς ἑαυτὸν ἐλαύ- νῶν· τοιαῦτα ἑαυτῷ συνῄδει.