Ancient Greek · ~2 min
Chapter 223
Libanius, Oratio I 223
Not analysed yet
τὸν μὲν δὴ τῆς ἀρχῆς ἐκείνης χρόνον πάντα ἐπεβουλευόμην ὑπὸ τῶν αὐτῷ χρωμένων, αὐτὸς οὐ χρώμενος, ἐδόκουν δέ τισιν εἶναι φιλοκίνδυνος, οὐ δεδιὼς τοὺς ἐκείνου κεραυνούς, θεῶν δέ, οἶμαι, βοηθούντων)ὑπ’ ἐκείνων τε δεινὸν οὐδὲν σὺν παρρη- σίᾳ τε ζῶντες καὶ τῶν πραττομένων ἐπιλαạβανόμενοι πλείοσιν ἢ καὶ πρόσθεν ἠγωνισάμεθα λόγοις, οὐδο- εῖς εἰς Πρόκλον ἀνηλωκότες χρόνου, πολὺν |δέ γε ἕτεροι μαρεστῶτες, παρακαθήμενοι, κολακεύοντες, αΙτοῦντες, λαμβάνοντες, χρηματιζόμενοι) ὧν οὐδὲν ἐμοὶ ποιοῦντι ποιεῖν τε ἐνεγίγνετο λόγους φέρειν τε εἰς συλλόγους.