Ancient Greek
Chapter 224
Libanius, Oratio I 224
Not analysed yet
καίτοι πολλαὶ μὲν ἐγίγνοντο πρε- σβεῖαι περὶ εἰρήνης, πολλαὶ δὲ ὑποσχέσεις, ἀλλ’ οὐ προὐδίδουν γε αὐτοῖς ἐμαυτὸν οὐδὲ ἀνεπειθόμην. τοιγαροῦν ἐπῃνούμην τε καὶ ἀνὴρ εἶναι ἐδόκουν ἔν τε ἠπείροις καὶ νήσοις, δεῖγμα τρόπου βελτίονος ἐκ- φέρων τὴν ἀπὸ τῆς ὁμιλίας τῆς ἐκείνου φυγήν. 225. Δοῦσα δὲ ἡμῖν ἄρχοντα ἀγαθὸν ἀντὶ κακοῦ τὸν Θεοδώρου τοῦ οὐ δικαίως ἀποθανόντος ἡ Τύχη ἔδωκε μὲν σωτηρίαν, ἔδωκε δὲ ἐλευθερίαν, ἔδωκε δὲ ἀναπνεῦσαι λυπήσασα μόνους τοὺς σοροπηγούς. ὁ δὲ Μουσῶν τε ἦν τρόφιμος καὶ τὴν ἀρχὴν ἆθλον εἶχεν ἐπῶν λέγειν τε ἐκ τῆς ἀρχῆς κεκωλυμένος λεγόντων ἀπολαύειν ἤθελε ταῖς τε εἰς ἐμὲ τιμαῖς παῖδα ἐμὸν ἑαυτὸν ἐπεποιήκει, ὥστ’ εἶναί μοι καὶ σὺν ὀργῇ φθέγ- γεσθαι, ὃ καὶ Θεοδώρῳ ἄν, εἴπερ ἐτύγχανε ζῶν.