Ancient Greek · ~2 min
Chapter 226
Libanius, Oratio I 226
Not analysed yet
οὗτος ἐν λιμῷ κατειλήφει τὴν πόλιν. τοῦτον μείζω τὸν λιμὸν ἐποίουν αἰ κατὰ τῶν |σιτοποιῶν ἀπειλαί. εἶθ’ οἱ μὲν ἀποδράντες ἔσωζον ἑαυτούς, ἄρτος δὲ οὐδαμοῦ, πυροῦ δὲ ἐλπίδες, καὶ κακῶς δ’ ἂν ποιήσειε τὸ πεινῆν. ἡ μὲν οὖν πόλις οὐδὲν διέφερε χειμαζομένης νεώς, ἐγὼ δὲ εἰσδραμὼν παρὰ τὸν ἄρ- χοντα μετὰ πόνου μέν, παύω δ’ οὖν βλαβερὰν φιλο- νεικίαν. ἀπιστία δὲ εἶχε τοὺς σιτοποιούς, ὡς οὐχ ἁλώσονται φανέντες, καὶ ἅπασαι ὑποσχέσεις ἀσθενεῖς πλὴν μιᾶς τῆς ἐμῆς.