Ancient Greek
Chapter 230
Libanius, Oratio I 230
Not analysed yet
τῇ Τύχῃ δέ, ὡς ἔοικεν, αἰαχρὸν εἶναι ἐφαίνετο τοιαύτην νίκην τε καὶ ἥτταν περιορᾶν, καὶ τὸ πρᾶγμα μετέθηκεν οὐδὲν ἡμῶν πραγμα- τευσαμένων· ὁ γὰρ δὴ ἀεὶ οἴνου γέμων ἐκεῖνος ἐξέωστό τε τῆς περὶ τὰ τοιαῦτα ἐξουσίας οἴκοι τε καθῆστο ἐγκεκαλυμμένος πεποιημένης τε τῷ Ποσειδῶνι τῆς ἱπποδρομίας περὶ τῇ οἰκίᾳ τῇ αὑτοῦ δεδιὼς ἔτρεμε· τοσοῦτο κῦμα παίδων ἐπ’ αὐτὴν ἐφέρετο, κελεύοντες ἐμεῖν ἃ ἐδηδόκει κακῶς, καὶ αἱ δᾷδες ἐν χεροῖν. τα- πεινὸν δὲ ἦν καὶ ὅσον αὐτῷ συνύβριζε πρότερον, ὅ τε ἐξηπατημένος αὑτὸν ἀπῄτει δίκας διὰ τῶν ἐν τῇ κεφαλῇ τριχῶν. 231. Ἧκε δὲ ἐν ταῖς αὐταῖς ἡμέραις ἡμῖν καὶ τοῦ ὑπάρχου γράμματα πολλαῖς καὶ μεγάλαις τιμῶντα εὐφη- μίαις· ἐν αἷς καὶ τὸ πάνυ μ’ ἐθέλειν ἰδεῖν Ι ἐνεγέ- γραπτο,|ὣστε τοῖς νύκτωρ ἐκτεθεικόσιν ἐκεῖνα τὰ ματα, ὅτου μὲν ἦν, οὐκ ἔλεγεν, ὅσα δὲ ἐσυκοφάντει, πένθος εἶναι τὴν ἐπιστολήν.