Ancient Greek · ~8 min
Chapter 232
Libanius, Oratio I 232
Not analysed yet
ὀλίγαις δὲ ἡμέραις ὕστερον ὃν ἐποίησα λόγον αἰτήσαντι στρατηγῷ, καὶ γὰρ τοῦτό μοι παρὰ τῆς θεοῦ τὸ εἶναι τοὺς τὰ τοι- αῦτα αἰτοῦντας, τοῦτον οὖν τὸν λόγον δεικνύων εὐδο- κίμουν, καὶ ἦν παραμύθιον ὁ κρότος τελευτῆς ἀνδρός, οὗ τὰ γράμματά μοι πρὸς ἐπιδείξεις συνέπραττε βελτίω τε ὄντα τῶν ἐμῶν ἃ ταῖς ὠδῖσιν ὑπήκουε, καὶ παρέ- χοντα τρέχειν τοῖς ὀφθαλμοῖς δι’ αὐτῶν. ἐπὶ τούτοις ἐβοήθουν φίλοις γονεῦσι παίδων παιδευομένων ὀργήν τε ἄρχοντος ἐξαιρῶν καὶ λύων τινὰ δεσμῶν καὶ χων οἴκαδε ἀπιέναι. 233. Τὴν δὲ ἀπὸ τοῦ λιμοῦ καὶ ἅμα ἀπὸ τοῦ λοιμοῦ λύπην, ἐξ ὧν πολύ τὸ θνῆσκον, οὐδ’ ἂν εἰπεῖν ὅση μοι κατέσχε τὴν ψυχήν, δυναίμην. ὅτε φόβος ἠνάγκαζε πατέρας καλεῖν τοὺς αὑτῶν παρ’ ἑαυτούς, ὥσπερ ἐκ πυρός, οἱ μὲν δὴ ὑπήκουον, μεῖον δὲ ἐμοὶ τὸ ποίμνιον, ἐγὼ δ’ ἔχαιρον σωζομένων ἄλλοσε ἰόντων. πάντα μέν- τοι τὸν χρόνον τοῦτον ἄνευ γέλωτος διῆγον ἱκετεύων θεοὺς δοῦναι μὲν καρπούς, δοῦναι δὲ ὑγίειαν. καὶ τὸ μὲν ἔδοσαν, καὶ ὁ λοιμὸς ἔστη, καρποὺς δὲ ἐλπίζειν μὲν ἔνι, τύχοι δὲ ἡ ἐλπὶς τοῦ τέλους. 234. Ἀλλὰ τά γε τῶν ἡμετέρων λόγων νῦν πλέον |ἢ πρότερον ἥττηται τῶν ἑτέρων, ὥσθ’ ἡμῖν καὶ φόβον ὑπὲρ αὐτῶν γενέσθαι, μὴ ἐκκοπῶσιν ὅλως, νόμου τοῦτο ποιοῦντος. γράμματα μὲν οὖν καὶ νόμος τοῦτο οὐκ ἔπραττεν, ἡ τιμὴ δὲ καὶ τὸ τῶν τὴν Ἰταλὴν σταμένων γενέσθαι τὸ δύνασθαι. θεοῖς δὲ ἄρα τοῖς δοῦσι τούσδε τοὺς λόγους καὶ ὑπὲρ τῆς νίκης ὧν ἔδοσαν μελήσει καὶ τοῦ τὸ κράτος ὅ ποτε ἦν ἐν αὐτοῖς, κομίσασθαι. 235. Παρὰ τούτων δὲ ἄρα τῶν θεῶν ὑπῆρξε καὶ ἐμοί ποτε σωτηρία πολλοῖς μὲν πρότερον ἔτεσι, λεγέσθω δέ, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν, ὁ λόγος δὲ παρὰ τὸν χρόνον οὐδὲν ἀδικήσεται. παρεφρόνει τις τέχνης καὶ τοὺς μὲν πόρρωθεν ἐτάραττεν, ἔστι δ’ ὧν καὶ ἥπτετο, χαλεπώτατος δὲ ἦν ἐμοί, καθάπερ τι πε- πονθὼς κακόν, καὶ ὁπότε ἴδοι με, λίθους ἀφίει καὶ ἐπεθύμει κτεῖναι βαλών.